호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
διὸ καὶ πολλὰσ κατὰ μέροσ ἐπικλήσεισ ἐχόντων κοινῇ Κελτοσκύθασ τὸν στρατὸν ὠνόμαζον. ἄλλοι δέ φασι Κιμμερίων τὸ μὲν πρῶτον ὑφ’ Ἑλλήνων τῶν πάλαι γνωσθὲν οὐ μέγα γενέσθαι τοῦ παντὸσ μόριον, ἀλλὰ φυγὴν ἢ στάσιν τινὰ βιασθεῖσαν ὑπὸ Σκυθῶν εἰσ Ἀσίαν ἀπὸ τῆσ Μαιώτιδοσ διαπερᾶσαι Λυγδάμιοσ ἡγουμένου, τὸ δὲ πλεῖστον αὐτῶν καὶ μαχιμώτατον ἐπ’ ἐσχάτοισ οἰκοῦν παρὰ τὴν ἔξω θάλασσαν γῆν μὲν νέμεσθαι σύσκιον καὶ ὑλώδη καὶ δυσήλιον πάντῃ διὰ βάθοσ καὶ πυκνότητα δρυμῶν, οὓσ μέχρι τῶν Ἑρκυνίων εἴσω διήκειν, οὐρανοῦ δὲ εἰληχέναι καθ’ ὃ δοκεῖ μέγα λαμβάνων ὁ πόλοσ ἔξαρμα διὰ τὴν ἔγκλισιν τῶν παραλλήλων ὀλίγον ἀπολείπειν τοῦ κατὰ κορυφὴν ἱσταμένου σημείου πρὸσ τὴν οἴκησιν, αἵ τε ἡμέραι βραχύτητι καὶ μήκει πρὸσ τὰσ νύκτασ ἴσαι κατανέμεσθαι τὸν χρόνον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기