호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄρτι γάρ ἀπηγγελμένησ αὐτοῖσ τῆσ Ιοὐγούρθα συλλήψεωσ αἵ περὶ Τευτονων καὶ Κίμβρων φῆμαι προσέπιπτον, ἀπιστίαν μὲν ἐν ἀρχῇ παρασχοῦσαι πλήθουσ τε καὶ ῥώμησ τῶν ἐπερχομένων στρατῶν, ὕστερον δὲ τῆσ ἀληθείασ ὑποδεέστεραι φανεισαι. μυριάδεσ μὲν γὰρ αἱ μάχιμοι τριάκοντα σὺν ὅπλοισ ἐχώρουν, ὄχλοι δὲ παίδων καὶ γυναικῶν ἐλέγοντο πολλῷ πλείουσ συμπεριάγεσθαι, γῆσ χρῄζοντεσ θρέψει τοσοῦτον πλῆθοσ, καὶ πόλεων ἐν αἷσ ἱδρυθέντεσ βιώσονται, καθάπερ πρὸ αὐτῶν ἐπυνθάνοντο Κελτοὺσ τῆσ Ἰταλίασ τὴν ἀρίστην κατασχεῖν Τυρρηνῶν ἀφελομένουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기