호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ περιῆλθέ τις νέμεσις ἐν τῷ τέλει τῶν πράξεων Μάριον ἀφῃρέθη γάρ ὑπὸ Σύλλα τὴν τοῦ κατορθώματος δόξαν, ὡς ὑπ ἐκείνου Μέτελλος:? ὃν τρόπον δέ, ἀφηγήσομαι βραχέως, ἐπεὶ τὰ καθ ἕκαστον μᾶλλον ἐν τοῖς περὶ Σύλλα γέγραπται. Βόκχος ὁ τῶν ἄνω βαρβάρων βασιλεὺς ἦν πενθερὸς Ιοὐγούρθα, καὶ πολεμοῦντι μὲν οὐ πάνυ τι συλλαμβάνειν ἐδόκει, προβαλλόμενος αὐτοῦ τὴν ἀπιστίαν, καὶ τὴν αὔξησιν δεδοικώς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기