- 텍스트

Plutarch, Caius Marius, chapter 7

(플루타르코스, Caius Marius, chapter 7)

ἐπεὶ δὲ Καικίλιος Μέτελλος ἀποδειχθεὶς ἐπὶ τὸν κατὰ Ιοὐγούρθα πόλεμον ὕπατος στρατηγὸς εἰς Λιβύην ἐπηγάγετο πρεσβευτὴν Μάριον, ἐνταῦθα πράξεων μεγάλων καὶ λαμπρῶν ἀγώνων ἐπιλαβόμενος τὸ μὲν αὔξειν τὸν Μέτελλον, ὥσπερ οἱ λοιποί, καὶ πολιτεύεσθαι πρὸς ἐκεῖνον εἰάσε χαίρειν:? ἀξιῶν δὲ οὐχ ὑπὸ Μετέλλου κεκλῆσθαι πρεσβευτής, ὑπὸ δὲ τῆς τύχης εἰς εὐφυέστατον καιρὸν ὁμοῦ καὶ μέγιστον εἰσάγεσθαι πράξεων θέατρον, ἐπεδείκνυτο πᾶσαν ἀνδραγαθίαν. καὶ πολλὰ τοῦ πολέμου δυσχερῆ φέροντος οὔτε τῶν μεγάλων τινὰ πόνων ὑποτρέσας οὔτε τῶν μικρῶν ἀπαξιώσας, ἀλλὰ τοὺς μὲν ὁμοτίμους εὐβουλίᾳ καὶ προνοίᾳ τοῦ συμφέροντος ὑπερβαλλόμενος, πρὸς δ᾿ τοὺς στρατιώτας ὑπὲρ εὐτελείας καὶ καρτερίας διαμιλλώμενος εὔνοιαν ἔσχε πολλὴν παρ αὐτοις.

ὅλως μὲν γάρ ἐοίκε τοῦ κάμνειν ἑκάστῳ παραμυθία τὸ συγκάμνον ἑκουσίως εἶναι:

δοκεῖ γὰρ ἀφαιρεῖν τὴν ἀνάγκην: ταῦτα πάντα ποιῶν ὁ Μάριος καὶ διὰ τούτων τοὺς στρατιώτας δημαγωγῶν ταχὺ μὲν ἐνέπλησε τὴν Λιβύην, ταχὺ δὲ τὴν Ῥώμην, ὀνόματος καὶ δόξης, τῶν ἀπὸ στρατοπέδου τοῖς οἴκοι γραφόντων ὡς οὐκ ἔστι πέρας οὐδὲ ἀπαλλαγὴ τοῦ πρὸς τὸν βάρβαρον πολέμου μὴ Γάϊον Μάριον ἑλομένοις ὕπατον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION