- 텍스트

Plutarch, Brutus, chapter 53

(플루타르코스, Brutus, chapter 53)

τοῦτον δὲ τὸν Στράτωνα Μεσσάλας ἑταῖρος ὢν Βρούτῳ Καίσαρι διαλλαγεὶς ἐπὶ σχολῆς ποτε προσήγαγε, καὶ δακρύσας εἶπεν:? "οὗτός ἐστιν, ὦ Καῖσαρ, ὁ ἀνήρ, ὁ τῷ ἐμῷ Βρούτῳ τὴν τελευταίαν ὑπουργήσας χάριν. "ὦ Καῖσαρ, ἀεὶ τῆς βελτίονος καὶ δικαιοτέρας τιμῆς καὶ μερίδος ἐγενόμην.

τὸν δὲ Βροῦτον ὁ Ἀντώνιος ἀνευρὼν τεθνηκότα τὸ μὲν σῶμα τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιβαλεῖν ἐκέλευσεν, ὕστερον δὲ τὴν φοινικίδα κεκλεμμένην αἰσθόμενος ἀπέκτεινε τὸν ὑφελόμενον.

τὰ δὲ λείψανα πρὸς τὴν μητέρα τοῦ Βρούτου Σερβιλίαν ἀπέπεμψε. Πορκίαν δὲ τὴν Βρούτου γυναῖκα Νικόλαος ὁ φιλόσοφος ἱστορεῖ καὶ Οὐαλέριος Μάξιμος βουλομένην ἀποθανεῖν, ὡς οὐδεὶς ἐπέτρεπε τῶν φίλων, ἀλλὰ προσέκειντο καὶ παρεφύλαττον, ἐκ τοῦ πυρὸς ἀναρπάσασαν ἄνθρακας καταπιεῖν καὶ τὸ στόμα συγκλείσασαν καὶ μύσασαν οὕτω διαφθαρῆναι.

καίτοι φέρεταί τις ἐπιστολὴ Βρούτου πρὸς τοὺς φίλους ἐγκαλοῦντος αὐτοῖς καὶ ὀλοφυρομένου περὶ τῆς Πορκίας, ὡς ἀμεληθείσης ὑπ αὐτῶν καὶ προελομένης διὰ νόσον καταλιπεῖν τὸν βίον.

ἐοίκεν οὖν ὁ Νικόλαος ἠγνοηκέναι τὸν χρόνον, ἐπεὶ τό γε πάθος καὶ τὸν ἔρωτα τῆς γυναικὸς καὶ τὸν τρόπον τῆς τελευτῆς ὑπονοῆσαι δίδωσι καὶ τὸ ἐπιστόλιον, εἴπερ ἄρα τῶν γνησίων ἐστίν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION