- 텍스트

Plutarch, Brutus, chapter 49

(플루타르코스, Brutus, chapter 49)

προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον:? ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα: καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον. εἶτ ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπ ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους:

Καμουλᾶτος δὲ ἐκαλεῖτο. τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς: καὶ τὰ μὲν ὑπ ὀργῆς, τὰ δὲ φόβῳ μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὡρ´αν ἐνάτην τοῦ ἡλίου καταφερομένου. καὶ τῷ μὲν καθ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος:

καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις: τὸ δ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων, διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλ ἔφυγε πρῶτον, οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον. τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε:

τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος, ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις· τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδ εἶξεν, ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἰή, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων, ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION