- 텍스트

Plutarch, Brutus, chapter 45

(플루타르코스, Brutus, chapter 45)

ἔπεσον δὲ τούτων μὲν ὀκτακισχίλιοι σὺν τοῖς στρατευομένοις οἰκέταις, οὓς Βρίγας ὁ Βροῦτος ὠνόμαζε:? τῶν δ ἐναντίων Μεσσάλας φησὶν οἰέσθαι πλείους ἢ διπλασίους, διὸ καὶ μᾶλλον ἠθύμουν ἐκεῖνοι πρὶν ἢ Κασσίου θεράπων ὄνομα Δημήτριος ἀφίκετο πρὸς Ἀντώνιον ἑσπέρας, εὐθὺς ἀπὸ τοῦ νεκροῦ τὰς χλαμύδας λαβὼν καὶ τὸ ξίφος. ὦν κομισθέντων οὕτως ἐθάρρησαν ὥστε ἅμ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν.

Βρούτῳ δὲ τῶν στρατοπέδων ἑκατέρου σαλεύοντος ἐπισφαλῶς τὸ μὲν γὰρ αὐτοῦ καταπεπλησμένον αἰχμαλώτων ἐδεῖτο φυλακῆς ἀκριβοῦς, τὸ δὲ Κασσίου τὴν μεταβολὴν τοῦ ἄρχοντος οὐ ῥᾳδίως ἔφερεν, ἀλλὰ καὶ φθόνου τι καὶ μίσους ἡττημένοις ἐνῆν αὐτοῖς πρὸς τὸ νενικηκός, ὁπλίσαι μὲν ἔδοξε τὸ στράτευμα, μάχης δ ἀπέσχετο. τῶν δ αἰχμαλώτων τὸ μὲν δουλικὸν πλῆθος ἐνειλούμενον ὑπόπτως τοῖς ὅπλοις ἐκέλευσεν ἀναιρεθῆναι, τῶν δ ἐλευθέρων τοὺς μὲν ἀπέλυε φάσκων ὑπὸ τῶν πολεμίων μᾶλλον ἡλωκέναι αὐτοὺς καὶ παρ ἐκείνοις αἰχμαλώτους εἶναι καὶ δούλους, παρ αὑτῷ δ ἐλευθέρους καὶ πολίτας:

ὡς δὲ τοὺς φίλους ἑώρα καὶ τοὺς ἡγεμόνας ἀδιαλλάκτως ἔχοντας, ἀποκρύπτων καὶ συνεκπέμπων ἔσῳζεν. ἦν δέ τις Βολούμνιος μῖμος καὶ Σακουλίων γελωτοποιὸς ἡλωκότες, οὓς ἐν οὐδενὶ λόγῳ τιθεμένου τοῦ Βρούτου προσάγοντες οἱ φίλοι κατηγόρουν ὡς οὐδὲ νῦν τοῦ λέγειν καὶ σκώπτειν πρὸς ὕβριν αὐτῶν ἀπεχομένους.

"ἐμοῦ πυνθάνεσθε, Κάσκα, καὶ οὐ πράττετε τὸ δόξαν ὑμῖν·

ταύτην ἐκεῖνοι τὴν ἀπόκρισιν συγκατάθεσιν ποιησάμενοι κατὰ τῶν ἀθλίων ἀνθρώπων, διέφθειραν αὐτοὺς ἀπαγαγόντες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION