- 텍스트

Plutarch, Brutus, chapter 41

(플루타르코스, Brutus, chapter 41)

ἔτυχον δ οἱ περὶ Ἀντώνιον ἀπὸ τῶν ἑλῶν, οἷς περιεστρατοπέδευον, ἐμβάλλοντες τάφρους εἰς τὸ πεδίον καὶ τὰς ἐπὶ θάλασσαν ὁδοὺς τοῦ Κασσίου περικόπτοντες.? ἐφήδρευε δὲ Καῖσαρ, οὐ παρὼν αὐτὸς δι ἀσθένειαν, ἀλλ ἡ δύναμις, οὐ πάνυ μαχεῖσθαι προσδοκῶσα τοὺς πολεμίους, ἀλλὰ μόνον ἐκδρομαῖς χρῆσθαι πρὸς τὰ ἔργα καὶ βέλεσιν ἐλαφροῖς καὶ θορύβοις τοὺς ὀρύσσοντας ἐπιταράσσειν: καὶ τοῖς ἀντιτεταγμένοις οὐ προσέχοντες ἐθαύμαζον τὴν περὶ τὰς τάφρους κραυγήν ἄσημον οὖσαν καὶ πολλὴν προσφερομένην.

ἐν τούτῳ γραμματείων τε παρὰ Βρούτου τοῖς ἡγεμόσι φοιτώντων, ἐν οἷς ἦν τὸ σύνθημα γεγραμμένον, αὐτοῦ τε παρεξιόντος ἵππῳ τὰ τάγματα καὶ παραθαρρύνοντος, ὀλίγοι μὲν ἔφθασαν ἀκοῦσαι τὸ σύνθημα παρεγγυώμενον, οἱ δὲ πλεῖστοι μὴ προσμείναντες ὁρμῇ μιᾷ καὶ ἀλα λαγμῷ προσεφέροντο τοῖς πολεμίοις. γενομένης δὲ δι ἀταξίαν ταύτην ἀνωμαλίας καὶ διασπασμοῦ τῶν ταγμάτων τὸ Μεσσάλα πρῶτον, εἶτα τὰ συνεζευγμένα παρήλλαττε τὸ Καίσαρος ἀριστερόν καὶ βραχέα τῶν ἐσχάτων θιγόντες καὶ καταβαλόντες οὐ πολλούς, ἀλλ ὑπερκεράσαντες, ἐμπίπτουσιν εἰς τὸ στρατόπεδον.

καὶ Καῖσαρ μέν, ὡς αὐτὸς ἐν τοῖς ὑπομνήμασιν ἱστορεῖ, τῶν φίλων τινὸς Ἀρτωρίου Μάρκου καθ ὕπνον ἰδόντος ὄψιν κελεύουσαν ἐκστῆναι Καίσαρα καὶ μετελθεῖν ἐκ τοῦ χάρακος, ἔφθασε μικρὸν ὑπεκκομισθεὶς ἔδοξέ τε τεθνάναι.

τὸ γὰρ φορεῖον κενὸν ἀκοντίοις καὶ ὑσσοῖς βάλλοντες διήλασαν. ἦν δὲ φόνος ἐν τῷ στρατοπέδῳ τῶν ἁλισκομένων, καὶ δισχίλιοι Λακεδαιμονίων ἥκοντες ἐπίκουροι νεωστὶ συγκατεκόπησαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION