호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοὺς δὲ Λυκίους δεινή τις ἐξαίφνης πρὸς ἀπόνοιαν ὁρμὴ καὶ λόγου κρείσσων κατέσχεν, ἣν ἄν τις ἔρωτι θανάτου μάλιστα προσεικάσειεν οἵ γε μετὰ παίδων καὶ γυναικῶν ἐλεύθεροί τε καὶ δοῦλοι καὶ πᾶσα ἡλικία τοὺς μὲν πολεμίους πρὸς τὴν φλόγα βοηθοῦντας ἀπὸ τῶν τειχῶν ἔβαλλον, αὐτοὶ δὲ κάλαμον καὶ ξύλα καὶ πᾶν ὑπέκκαυμα προσφέροντες ἦγον ἐπὶ τὴν πόλιν τὸ πῦρ, ὀρέγοντες αὐτῷ πᾶσαν ὕλην καὶ πάντα τρόπον ἐξερεθίζοντες καὶ συνεκτρέφοντες.? ὡς δ ἡ φλὸξ ῥυεῖσα καὶ διαζώσασα πανταχόθεν τὴν πόλιν διέλαμψε πολλή, περιπαθῶν ἐπὶ τοῖς γινομένοις ὁ Βροῦτος ἔξωθεν παρίππευε προθυμούμενος βοηθεῖν, καὶ τὰς χεῖρας ὀρέγων τοῖς Ξανθίοις ἐδεῖτο φείδεσθαι καὶ σῴζειν τὴν πόλιν, οὐδενὸς αὐτῷ προσέχοντος, ἀλλὰ πάντα τρόπον ἑαυτοὺς ἀπολλύντων, οὐ μόνον ἀνδρῶν τε καὶ γυναικῶν, ἀλλὰ καὶ τὰ παιδία τὰ μικρὰ μετὰ κραυγῆς καὶ ἀλαλαγμοῦ τὰ μὲν εἰς τὸ πῦρ ἥλλετο, τὰ δ ἄνωθεν ἀπὸ τῶν τειχῶν ἐξετραχήλιζεν αὑτά, τὰ δὲ τοῖς ξίφεσι τῶν πατέρων ὑπέβαλλε τὰς σφαγὰς γυμνοῦντα καὶ κελεύοντα παίειν.
ὤφθη δὲ τῆς πόλεως διαφθαρείσης γυνή κρεμαμένη μὲν ἐξ ἀγχόνης, παιδίον δὲ νεκρὸν ἐξηρτημένη τοῦ τραχήλου, λαμπάδι δὲ καιομένῃ τὴν οἰκίαν ὑφάπτουσα.
καὶ τοῦ θεάματος τραγικοῦ φανέντος ἰδεῖν μὲν οὐχ ὑπέμεινεν ὁ Βροῦτος, ἐδάκρυσε δὲ ἀκούσας:
καὶ γέρας ἐκήρυξε τῶν στρατιωτῶν ὅστις ἂν δυνηθῇ Λύκιον ἄνδρα περισῶσαι. φασὶ δὲ μόνους ἑκατὸν πεντήκοντα γενέσθαι τοὺς μὴ διαφυγόντας τὸ σωθῆναι. Ξάνθιοι μὲν οὖν διὰ πολλῶν χρόνων ὥσπερ εἱμαρμένην περίοδον διαφθορᾶς ἀποδιδόντες τὴν τῶν προγόνων ἀνενεώσαντο τῇ τόλμῃ τύχην καὶ γὰρ ἐκεῖνοι τὴν πόλιν ὁμοίως ἐπὶ τῶν Περσικῶν κατακαύσαντες ἑαυτοὺς διέφθειραν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기