- 텍스트

Plutarch, Brutus, chapter 26

(플루타르코스, Brutus, chapter 26)

Λιποθυμοῦντος δὲ τοῦ Βρούτου καὶ μηδενὸς ἔχοντος ἐν τῷ στρατοπέδῳ μηδὲν ἐδώδιμον, ἠναγκάσθησαν οἱ περὶ αὐτὸν ἐπὶ τοὺς πολεμίους καταφυγεῖν καὶ ταῖς πύλαις προσελθόντες ἄρτον ᾔτουν τοὺς φύλακας, οἱ δὲ διακούσαντες τὸ σύμπτωμα τοῦ Βρούτου παρῆσαν αὐτοί καὶ σιτία καὶ ποτὰ κομίζοντες, ἀνθ ὧν ὁ Βροῦτος, ὡς τὴν πόλιν παρέλαβεν, οὐ μόνον τούτοις, ἀλλὰ καὶ πᾶσι διὰ τούτους φιλανθρώπως ἐχρήσατο.? Γάϊος δ Ἀντώνιος Ἀπολλωνίᾳ προσβαλὼν ἐκεῖ τοὺς ἐγγὺς ὄντας ἐκάλει στρατιώτας.

ἐπεὶ δ οὗτοί τε πρὸς Βροῦτον ᾤχοντο καὶ τοὺς Ἀπολλωνιάτας ᾔσθετο τὰ Βρούτου φρονοῦντας, ἐκλιπὼν τὴν πόλιν εἰς Βουθρωτὸν ἐβάδιζε. καὶ πρῶτον μὲν ἀπόλλυσι τρεῖς σπείρας καθ ὁδὸν ὑπὸ Βρούτου κατακοπείσας: ἔπειτα τοὺς περὶ τὴν Βυλλίδα τόπους προκαταληφθέντας ἐπιχειρῶν ἐκβιάζεσθαι καὶ μάχην συνάψας Κικέρωνι νικᾶται. τούτῳ γὰρ ὁ Βροῦτος ἐχρῆτο στρατηγῷ καὶ πολλὰ δι αὐτοῦ κατώρθωσε.

λαβὼν δὲ τὸν Γάϊον ἐν χωρίοις ἑλώδεσι μακρὰν διεσπασμένον οὐκ εἰάσεν ἐμβαλεῖν, ἀλλὰ περιίππευσε, φείδεσθαι κελεύων, ὡς μετὰ μικρὸν ἰδίων ἐσομένων. ὃ καὶ συνέβη, παρέδοσαν γὰρ ἑαυτοὺς καὶ τὸν στρατηγόν, ὥστε μεγάλην ἤδη περὶ τὸν Βροῦτον δύναμιν εἶναι. χρόνον μὲν οὖν πολὺν ἐν τιμῇ τὸν Γάϊον ἦγε καὶ τὰ παράσημα τῆς ἀρχῆς οὐκ ἀφῄρει, καίπερ, ὥς φασιν, ἄλλων τε πολλῶν καὶ Κικέρωνος ἀπὸ Ῥώμης γραφόντων καὶ κελευόντων ἀναιρεῖν ἀρξάμενον δὲ κρύφα τοῖς ἡγεμόσι διαλέγεσθαι καὶ ποιήσαντα νεωτερισμὸν ἐνθέμενος εἰς ναῦν ἐφύλαττε.

τῶν δὲ διαφθαρέντων στρατιωτῶν εἰς Ἀπολλωνίαν ἀποστάντων καὶ καλούντων ἐκεῖ τὸν Βροῦτον, οὐκ ἔφη τοῦτο πάτριον εἶναι Ῥωμαίοις, ἀλλ ἐκείνους πρὸς τὸν ἄρχοντα χρῆναι βαδίζοντας αὐτοὺς παραιτεῖσθαι τὴν ἐπὶ τοῖς ἡμαρτημένοις ὀργήν.

ἐλθοῦσι δὲ καὶ δεομένοις συγγνώμην ἔδωκε.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION