- 텍스트

Plutarch, Brutus, chapter 12

(플루타르코스, Brutus, chapter 12)

ἐκ τούτου διαπειρώμενοι κρύφα τῶν γνωρίμων οἷς ἐπίστευον ἀνεκοινοῦντο καὶ προσελάμβανον, οὐ μόνον τῶν συνήθων ποιούμενοι τὴν αἱρ´εσιν, ἀλλ ὅσους ἠπίσταντο τολμητὰς ὄντας ἀγαθοὺς καὶ θανάτου καταφρονητάς.? διὸ καὶ Κικέρωνα, τοῦτο μέν πίστεως, τοῦτο δὲ εὐνοίας ἕνεκα πρῶτον ὄντα παρ αὐτοῖς, ἀπεκρύψαντο, μὴ τῷ φύσει τόλμης ἐνδεὴς εἶναι προσειληφὼς ὑπὸ χρόνου γεροντικὴν εὐλάβειαν, εἶτα πάντα καθ ἕκαστον ἀνάγων τοῖς λογισμοῖς εἰς ἄκραν ἀσφάλειαν, ἀμβλύνῃ τὴν ἀκμὴν αὐτῶν τῆς προθυμίας τάχους δεομένην.

ἐπεὶ καὶ τῶν ἄλλων ἑταίρων ὁ Βροῦτος Στατίλιόν τε παρέλιπε τὸν Ἐπικούρειον καὶ Φαώνιον ἐραστὴν Κάτωνος, ὅτι πόρρωθεν αὐτοῖς τοιαύτην τινὰ κύκλῳ περιβαλόντος ἐν τῷ διαλέγεσθαι καὶ συμφιλοσοφεῖν πεῖραν, ὁ μέν Φαώνιος ἀπεκρίνατο χεῖρον εἶναι μοναρχίας παρανόμου πόλεμον ἐμφύλιον, ὁ δὲ Στατίλιος ἔφη τῷ σοφῷ καὶ νοῦν ἔχοντι διὰ φαύλους καὶ ἀνοήτους κινδυνεύειν καὶ ταράττεσθαι μὴ καθήκειν.

παρὼν δὲ Λαβεὼν ἀντεῖπεν ἀμφοτέροις. καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα.

δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι. Κασσίου δὲ καὶ Λαβεῶνος αὐτῷ διαλεγομένων οὐδὲν ἀπεκρίνατο, Βρούτῳ δ αὐτὸς ἐντυχὼν ἰδίᾳ καὶ μαθὼν ὅτι τῆς πράξεως ἡγεμών ἐστιν, ὡμολόγησε συμπράξειν προθύμως.

καὶ τῶν ἄλλων δὲ τοὺς πλείστους καὶ ἀρίστους ἡ δόξα τοῦ Βρούτου προσήγετο. καὶ μήθ ὁρ´κον συνομόσαντες μήτε πίστιν καθ ἱερῶν λαβόντες ἢ δόντες, οὕτως ἅπαντες ἔσχον ἐν ἑαυτοῖς καὶ κατεσιώπησαν καὶ συνδιήνεγκαν ὥστε μαντείαις καὶ φάσμασι καὶ ἱεροῖς ὑπὸ τῶν θεῶν προδεικνυμένην ἄπιστον γενέσθαι τὴν πρᾶξιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION