- 텍스트

Plutarch, Brutus, chapter 10

(플루타르코스, Brutus, chapter 10)

Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο:? δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἱο῀ς οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον: εἰ δὲ μή, καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους: ὡς οὐκ ἀὶ ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου. ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι:

"ἂν καλῶσιν ἡμᾶς· "ἤδη τὸ μὴ σιωπᾶν, ἀλλ ἀμύνειν τῇ πατρίδι καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας. "Ῥωμαίων ἀνέξεται σοῦ προαποθνῄσκοντος·

"ἆρα ἀγνοεῖς, ὦ Βροῦτε, σεαυτόν· "ἢ τὸ βῆμά σου δοκεῖς καταγράφειν τοὺς ὑφάντας καὶ τοὺς καπήλους, οὐχὶ τοὺς πρώτους καὶ κρατίστους ταῦτα ποιεῖν, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν ἐπιδόσεις καὶ θέας καὶ μονομάχους, παρὰ σοῦ δὲ ὡς ὄφλημα πατρικὸν τὴν κατάλυσιν τῆς τυραννίδος ἀπαιτοῦντας, αὐτοὺς δ ὑπὲρ σοῦ πάντα πάσχειν προθύμους ὄντας, οἱο῀ν ἀξιοῦσι καὶ προσδέχονται φανέντος· ἐκ τούτου περιβαλὼν τὸν Βροῦτον ἠσπάζετο, καὶ διαλυθέντες οὕτως ἐτρέποντο πρὸς τοὺς φίλους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION