- 텍스트

Pausanias, Description of Greece, Ἀρκαδικά?, chapter 51 9:

(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 51 9:)

ἔμελλε δ ἄρα ὑπεροψίας δίκη περιήξειν καὶ Φιλοποίμενα. ὡς γὰρ δὴ τῶν Ἀχαιῶν ὄγδοον ἀπεδείχθη τότε ἡγεμών, ἀνδρὶ οὐ τῶν ἀδόξων ὠνείδισεν ἁλῶναι ζῶντα ὑπὸ τῶν πολεμίων αὐτόν: καὶ - ἦν γὰρ τηνικαῦτα ἐς Μεσσηνίους Ἀχαιοῖς ἔγκλημα - Λυκόρταν σὺν τῇ στρατιᾷ ὁ Φιλοποίμην ἀποστέλλει δῃώσοντα τῶν Μεσσηνίων τὴν χώραν, αὐτὸς δὲ τρίτῃ μάλιστα ὕστερον ἡμέρᾳ, πυρετῷ τε ἐχόμενος πολλῷ καὶ πρόσω βεβιωκὼς ἑβδομήκοντα ἐτῶν, ὅμως ἠπείγετο μετασχεῖν Λυκόρτᾳ τοῦ ἔργου: ἱππέας δὲ καὶ πελταστὰς ἦγεν ὅσον ἑξήκοντα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION