호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βασιλέα τε τῶν Περσῶν Ξέρξην τὸν Δαρείου, χωρὶσ ἢ ὅσα ἐξεκόμισε τοῦ Ἀθηναίων ἄστεωσ, τοῦτο μὲν ἐκ Βραυρῶνοσ καὶ ἄγαλμα ἴσμεν τῆσ Βραυρωνίασ λαβόντα Ἀρτέμιδοσ, τοῦτο δὲ αἰτίαν ἐπενεγκὼν Μιλησίοισ, ἐθελοκακῆσαι σφᾶσ ἐναντία Ἀθηναίων ἐν τῇ Ἑλλάδι ναυμαχήσαντασ, τὸν χαλκοῦν ἔλαβεν Ἀπόλλωνα τὸν ἐν Βραγχίδαισ· καὶ τὸν μὲν ὕστερον ἔμελλε χρόνῳ Σέλευκοσ καταπέμψειν Μιλησίοισ, Ἀργείοισ δὲ τὰ ἐκ Τίρυνθοσ ἔτι καὶ ἐσ ἐμὲ τὸ μὲν παρὰ τῇ Ἥρᾳ ξόανον, τὸ δὲ ἐν τοῦ Ἀπόλλωνόσ ἐστιν ἀνακείμενον τοῦ Λυκίου·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기