호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ Εὐρώτα τὸ ὕδωρ ἀνακεράννυταί τε πρὸσ τὸν Ἀλφειὸν καὶ ὅσον ἐπὶ εἴκοσι σταδίουσ κοινῷ προί̈ασι τῷ ῥεύματι· κατελθόντεσ δὲ ἐσ χάσμα ὁ μὲν αὐτῶν ἄνεισιν αὖθισ ἐν τῇ γῇ τῇ Λακεδαιμονίων ὁ Εὐρώτασ, ὁ δὲ Ἀλφειὸσ ἐν Πηγαῖσ τῆσ Μεγαλοπολίτιδοσ. ἔστι δὲ ἄνοδοσ ἐξ Ἀσέασ ἐσ τὸ ὄροσ τὸ Βόρειον καλούμενον, καὶ ἐπὶ τῇ ἄκρᾳ τοῦ ὄρουσ σημεῖά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ τὸ ἱερὸν Ἀθηνᾷ τε Σωτείρᾳ καὶ Ποσειδῶνι Ὀδυσσέα ἐλέγετο ἀνακομισθέντα ἐξ Ἰλίου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기