호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοσάδε ἐνταῦθα ἀξιόχρεα ἦν· ἡ δὲ ἐπέκεινα τοῦ ποταμοῦ μοῖρα ἡ κατὰ μεσημβρίαν παρείχετο ἐσ μνήμην θέατρον μέγιστον τῶν ἐν τῇ Ἑλλάδι· ἐν δὲ αὐτῷ καὶ ἀέναόσ ἐστιν ὕδατοσ πηγή. τοῦ θεάτρου δὲ οὐ πόρρω λείπεται τοῦ βουλευτηρίου θεμέλια, ὃ τοῖσ μυρίοισ ἐπεποίητο Ἀρκάδων· ἐκαλεῖτο δὲ ἀπὸ τοῦ ἀναθέντοσ Θερσίλιον. πλησίον δὲ οἰκίαν, ἰδιώτου κατ’ ἐμὲ κτῆμα ἀνδρόσ, ὃ Ἀλεξάνδρῳ τῷ Φιλίππου τὸ ἐξ ἀρχῆσ ἐποίησαν· ἔστι δὲ ἄγαλμα Ἄμμωνοσ πρὸσ τῇ οἰκίᾳ, τοῖσ τετραγώνοισ Ἑρμαῖσ εἰκασμένον, κέρατα ἐπὶ τῆσ κεφαλῆσ ἔχον κριοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기