호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετεκομίσθη δὲ ἀπὸ λόφου τοῦ Σκολείτα· καὶ ὁ λόφοσ οὗτοσ τοῦ τείχουσ ἐστὶν ἐντόσ, ἀπὸ δὲ αὐτοῦ κάτεισιν ὕδωρ ἐσ τὸν Ἑλισσόντα ἐκ πηγῆσ. τῶν ἀρχείων δὲ ὄπισθε ναὸσ Τύχησ καὶ ἄγαλμα λίθου πεποίηται ποδῶν πέντε οὐκ ἀποδέον. στοὰν δὲ ἥντινα καλοῦσι Μυρόπωλιν, ἔστι μὲν τῆσ ἀγορᾶσ, ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων, ἡνίκα τὸ πταῖσμα ἐγένετο Ἀκροτάτῳ τῷ Κλεομένουσ καὶ Λακεδαιμονίων τοῖσ συστρατεύσασι, μαχεσαμένοισ πρὸσ Ἀριστόδημον τυραννίδα ἐν Μεγάλῃ πόλει τότε ἔχοντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기