호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοῦ δὲ χωρίου τοῦ ὀνομαζομένου Βάθουσ σταδίουσ ὡσ δέκα ἀφέστηκεν <ἡ> καλουμένη Βασιλίσ· ταύτησ ἐγένετο οἰκιστὴσ Κύψελοσ ὁ Κρεσφόντῃ τῷ Ἀριστομάχου τὴν θυγατέρα ἐκδούσ· ἐπ’ ἐμοῦ δὲ ἐρείπια ἡ Βασιλὶσ ἦν καὶ Δήμητροσ ἱερὸν ἐν αὐτοῖσ ἐλείπετο Ἐλευσινίασ. ἐντεῦθεν δὲ προϊὼν τὸν Ἀλφειὸν αὖθισ διαβήσῃ καὶ ἐπὶ Θωκνίαν ἀφίξῃ, τὸ ὄνομα ἀπὸ Θώκνου τοῦ Λυκάονοσ ἔχουσαν, ἐσ ἅπαν δὲ ἐφ’ ἡμῶν ἔρημον· ἐλέγετο δὲ ὁ Θῶκνοσ ἐν τῷ λόφῳ κτίσαι τὴν πόλιν. ποταμὸσ δὲ ὁ Ἀμίνιοσ ῥέων παρὰ τὸν λόφον ἐσ τὸν Ἑλισσόντα ἐκδίδωσι, καὶ οὐ πολὺ ἄπωθεν ἐσ τὸν Ἀλφειὸν ὁ Ἑλισσών.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기