호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ Ἀλκμαίων ἡνίκα τὴν μητέρα ἀποκτείνασ ἔφυγεν ἐξ Ἄργουσ, τότε ἐσ τὴν Ψωφῖδα ἐλθών, Φηγίαν ἔτι ἀπὸ τοῦ Φηγέωσ ὀνομαζομένην, συνῴκησεν Ἀλφεσιβοίᾳ τῇ Φηγέωσ θυγατρὶ καὶ αὐτῇ δῶρα ὡσ τὸ εἰκὸσ καὶ ἄλλα καὶ τὸν ὁρ́μον δίδωσιν. ὡσ δὲ οἰκοῦντι αὐτῷ παρὰ τοῖσ Ἀρκάσιν οὐδὲν ἐγίνετο ἡ νόσοσ ῥᾴων, κατέφυγεν ἐπὶ τὸ μαντεῖον τὸ ἐν Δελφοῖσ, καὶ αὐτὸν ἡ Πυθία διδάσκει τὸν Ἐριφύλησ ἀλάστορα ἐσ ταύτην οἱ μόνην χώραν οὐ συνακολουθήσειν, ἥτισ ἐστὶ νεωτάτη καὶ ἡ θάλασσα τοῦ μητρῴου μιάσματοσ ἀνέφηνεν ὕστερον αὐτήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기