호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν δὴ καὶ αἱ κατ’ ἐμὲ ὄρνιθεσ αἱ Ἀράβιοι τῶν ἐν Ἀρκαδίᾳ ποτὲ ὀρνίθων τὸ ὄνομα, εἶδοσ δὲ <οὐ> τὸ αὐτὸ ἐκείναισ ἔχουσιν, οὐκ οἶδα· εἰ δὲ τὸν πάντα αἰῶνα κατὰ τὰ αὐτὰ ἱέραξι καὶ ἀετοῖσ καὶ Στυμφαλίδεσ εἰσὶν ὄρνιθεσ, Ἀράβιόν τε εἶναί μοι θρέμμα αἱ ὄρνιθεσ αὗται φαίνονται, καὶ δύναιτο ἂν πετομένη ποτὲ ἀπόμοιρα ἐξ αὐτῶν ἐσ Ἀρκαδίαν ἀφικέσθαι ἐπὶ Στύμφαλον. ὑπὸ μὲν δὴ τῶν Ἀράβων ἄλλο <τί> που ἐξ ἀρχῆσ καλοῖντο ἂν καὶ οὐ Στυμφαλίδεσ· τοῦ Ἡρακλέουσ δὲ ἡ δόξα καὶ τὸ Ἑλληνικὸν πρὸ τοῦ βαρβαρικοῦ τετιμημένον ἐξενίκησεν ὡσ καὶ τὰσ ἐν τῇ ἐρήμῳ τῇ Ἀράβων Στυμφαλίδασ <καὶ> ἐπὶ ἡμῶν ὀνομάζεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기