호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ δὲ Σίμου τοῦ Φιάλου βασιλεύοντοσ ἠφανίσθη Φιγαλεῦσιν ὑπὸ πυρὸσ τῆσ Μελαίνησ Δήμητροσ τὸ ἀρχαῖον ξόανον· ἐσήμαινε δὲ ἄρα οὐ μετὰ πολὺ ἔσεσθαι καὶ αὐτῷ Σίμῳ τοῦ βίου τὴν τελευτήν. Πόμπου δὲ ἐκδεξαμένου τοῦ Σίμου τὴν ἀρχήν, Αἰγινῆται κατὰ ἐμπορίαν ἐσέπλεον ναυσὶν ἐσ Κυλλήνην, ἐκεῖθεν δὲ ὑποζυγίοισ τὰ φορτία ἀνῆγον παρὰ τοὺσ Ἀρκάδασ. ἀντὶ τούτου ἐτίμησεν ὁ Πόμποσ μεγάλωσ, καὶ δὴ καὶ ὄνομα Αἰγινήτην τῷ παιδὶ ἔθετο ἐπὶ τῶν Αἰγινητῶν τῇ φιλίᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기