호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὁ δὲ τὸν καρπὸν τῶν δρυῶν οὔτι που πασῶν, ἀλλὰ τὰσ βαλάνουσ τῆσ φηγοῦ τροφὴν ἐξεῦρεν εἶναι. παρέμεινέ τε ἐνίοισ ἐσ τοσοῦτο ἀπὸ Πελασγοῦ τούτου ἡ δίαιτα, ὡσ καὶ τὴν Πυθίαν, ἡνίκα Λακεδαιμονίοισ γῆσ τῆσ Ἀρκάδων ἀπηγόρευεν ἅπτεσθαι, καὶ τάδε εἰπεῖν τὰ ἔπη· πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρεσ ἐάσιν,οἵ σ’ ἀποκωλύσουσιν· ἐγὼ δέ τοι οὔ τι μεγαίρω. Πελασγοῦ δὲ βασιλεύοντοσ γενέσθαι καὶ τῇ χώρᾳ Πελασγίαν φασὶν ὄνομα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기