호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ δὲ γῆ ἡ Λοκρῶν τῶν καλουμένων Ὀζολῶν προσεχὴσ τῇ Φωκίδι ἐστὶ κατὰ τὴν Κίρραν. ἐσ δὲ τὴν ἐπίκλησιν τῶν Λοκρῶν τούτων διάφορα ἤκουσα, ὁμοίωσ δὲ ἅπαντα δηλώσω. Ὀρεσθεῖ τῷ Δευκαλίωνοσ βασιλεύοντι ἐν τῇ χώρᾳ κύων ἔτεκεν ἀντὶ σκύλακοσ ξύλον· κατορύξαντοσ δὲ τοῦ Ὀρεσθέωσ τὸ ξύλον ἅμα τῷ ἦρι φῦναι ἄμπελον ἀπ’ αὐτοῦ λέγουσι καὶ ἀπὸ τοῦ ξύλου τῶν ὄζων γενέσθαι τὸ ὄνομα τοῖσ ἀνθρώποισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기