호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λαομέδοντοσ δὲ τὸν νεκρὸν Σίνων τε ἑταῖροσ Ὀδυσσέωσ καὶ Ἀγχίαλόσ εἰσιν ἐκκομίζοντεσ. γέγραπται δὲ καὶ ἄλλοσ τεθνεώσ· ὄνομά οἱ Ἔρεσοσ· τὰ δὲ ἐσ Ἔρεσόν τε καὶ Λαομέδοντα, ὅσα γε ἡμεῖσ ἐπιστάμεθα, ᾖσεν οὐδείσ. ἔστι δὲ οἰκία τε ἡ Ἀντήνοροσ καὶ παρδάλεωσ κρεμάμενον δέρμα ὑπὲρ τῆσ ἐσόδου, σύνθημα εἶναι τοῖσ Ἕλλησιν ἀπέχεσθαι σφᾶσ οἴκου τοῦ Ἀντήνοροσ. γέγραπται δὲ Θεανώ τε καὶ οἱ παῖδεσ, Γλαῦκοσ μὲν καθήμενοσ ἐπὶ θώρακι γυάλοισ συνηρμοσμένῳ, Εὐρύμαχοσ δὲ ἐπὶ πέτρᾳ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기