- 텍스트

Pausanias, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων?, chapter 27 2:

(파우사니아스, Description of Greece, Φωκικά, Λοκρῶν Ὀζόλων, chapter 27 2:)

νεκροὶ δὲ ὁ μὲν γυμνὸς Πῆλις ὄνομα ἐπὶ τὸν νῶτόν ἐστιν ἐρριμμένος, ὑπὸ δὲ τὸν Πῆλιν Ηιὀνεύς τε κεῖται καὶ Ἄδμητος ἐνδεδυκότες ἔτι τοὺς θώρακας: καὶ αὐτῶν Λέσχεως Ηιὀνέα ὑπὸ Νεοπτολέμου, τὸν δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸν Ἄδμητον. ἄλλοι δὲ ἀνωτέρω τούτων ὑπὸ μὲν τὸ λουτήριον Λεώκριτός ἐστιν ὁ Πουλυδάμαντος τεθνεὼς ὑπὸ Ὀδυσσέως, ὑπὲρ δὲ Ηιὀνέα τε καὶ Ἄδμητον Κόροιβος ὁ Μύγδονος: τούτου μνῆμά τε ἐπιφανὲς ἐν ὁρ´οις πεποίηται Φρυγῶν Στεκτορηνῶν καὶ ἀπ αὐτοῦ ποιηταῖς Μύγδονας ὄνομα ἐπὶ τοῖς Φρυξὶ τίθεσθαι καθέστηκεν. ἀφίκετο μὲν δὴ ἐπὶ τὸν Κασσάνδρας ὁ Κόροιβος γάμον, ἀπέθανε δέ, ὡς μὲν ὁ πλείων λόγος, ὑπὸ Νεοπτολέμου, Λέσχεως δὲ ὑπὸ Διομήδους ἐποίησεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION