호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐξελθόντι δὲ τοῦ ναοῦ καὶ τραπέντι ἐσ ἀριστερὰ περίβολόσ ἐστι καὶ Νεοπτολέμου τοῦ Ἀχιλλέωσ ἐν αὐτῷ τάφοσ· καί οἱ κατὰ ἔτοσ ἐναγίζουσιν οἱ Δελφοί. ἐπαναβάντι δὲ ἀπὸ τοῦ μνήματοσ λίθοσ ἐστὶν οὐ μέγασ· τούτου καὶ ἔλαιον ὁσημέραι καταχέουσι καὶ κατὰ ἑορτὴν ἑκάστην ἔρια ἐπιτιθέασι τὰ ἀργά· ἔστι δὲ καὶ δόξα ἐσ αὐτὸν δοθῆναι Κρόνῳ τὸν λίθον ἀντὶ τοῦ παιδόσ, καὶ ὡσ αὖθισ ἤμεσεν αὐτὸν ὁ Κρόνοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기