호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λοκροὺσ δὲ τοὺσ ἐπὶ Ἀταλάντῃ τῇ νήσῳ Μειδίασ ἦγεν· ἀριθμὸσ δὲ αὐτῶν ἑπτακόσιοι, καὶ ἱππικόν σφισιν οὐ προσῆν. παρὰ δὲ Μεγαρέων ἀφίκοντο ὁπλῖται τετρακόσιοι· τούτων ἦγε τὸ ἱππικὸν Μεγαρεύσ. Αἰτωλῶν δὲ πλείστη τε ἐγένετο στρατιὰ καὶ ἐσ πᾶσαν μάχησ ἰδέαν, ἡ μὲν ἵπποσ οὐ λέγουσιν ὁπόση, ψιλοὶ δὲ ἐνενήκοντα καὶ <ἑπτακόσιοι, πλέονεσ δὲ> ἑπτακισχιλίων ἀριθμὸν ἦσαν οἱ ὁπλιτεύοντεσ· Αἰτωλοὺσ δὲ ἦγον Πολύαρχοσ καὶ Πολύφρων τε καὶ Λακράτησ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기