호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτων Λιπάραν μὲν κτίσαντεσ πόλιν ἐνταῦθα οἰκοῦσιν, Ιἕραν δὲ καὶ Στρογγύλην καὶ Διδύμασ γεωργοῦσι διαβαίνοντεσ ναυσὶν ἐσ αὐτάσ. ἐν δὲ τῇ Στρογγύλῃ καὶ πῦρ δῆλόν ἐστιν ἀνιὸν ἐκ τῆσ γῆσ· καὶ ἐν Ιἕρᾳ δὲ πῦρ τε αὐτόματον ἐπὶ ἄκρασ ἀνακαίεται τῆσ νήσου καὶ ἐπὶ θαλάσσῃ λουτρά ἐστιν ἐπιτήδεια, <εἰ> δέξεταί σε ἠπίωσ τὸ ὕδωρ, ἐπεὶ ἄλλωσ γε χαλεπὸν ὑπὸ ζεστότητόσ ἐστιν ἐμβαίνεσθαι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기