호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Οὐκοῦν ὁρᾷσ ὅπωσ ἄδικα ποιεῖσ κολάζων ἡμᾶσ ὑπηρέτασ γενομένουσ ὧν ἡ Κλωθὼ προσέταττε, καὶ τούτουσ τιμῶν τοὺσ διακονησαμένουσ ἀλλοτρίοισ ἀγαθοῖσ; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τισ ἄν, ὡσ τὸ ἀντιλέγειν δυνατὸν ἦν τοῖσ μετὰ πάσησ ἀνάγκησ προστεταγμένοισ. Ὦ Σώστρατε, πολλὰ ἴδοισ ἂν καὶ ἄλλα οὐ κατὰ λόγον γιγνόμενα, εἰ ἀκριβῶσ ἐξετάζοισ. πλὴν ἀλλὰ σὺ τοῦτο ἀπολαύσεισ τῆσ ἐρωτήσεωσ, διότι οὐ λῃστὴσ μόνον, ἀλλὰ καὶ σοφιστήσ τισ εἶναι δοκεῖσ. ἀπόλυσον αὐτόν, ὦ Ἑρμῆ, καὶ μηκέτι κολαζέσθω. ὁρ́α δὲ μὴ καὶ τοὺσ ἄλλουσ νεκροὺσ τὰ ὅμοια ἐρωτᾶν διδάξῃσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기