- 텍스트

Lucian, Dialogi mortuorum, Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις.? 2:

(루키아노스, Dialogi mortuorum, Αἰακὸς, Πρωτεσίλεως, Μενέλαος, καὶ Πάρις. 2:)

Τί ἄγχεις, ὦ Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών· Ἄδικα ποιῶν, ὦ Πρωτεσίλαε, καὶ ταῦτα ὁμότεχνον ὄντα σοι: Ὅτι διὰ ταύτην, ὦ Αἰακέ, ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών, χήραν τε τὴν νεόγαμον γυναῖκα. Αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν. Εὖ λέγεις: ἐκεῖνόν μοι αἰτιατέον. Οὐκ ἐμέ, ὦ βέλτιστε, ἀλλὰ δικαιότερον τὸν Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα τα δίκαια ᾤχετο ἁρπάσας: οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου, ἀλλ᾿ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι τοσούτοις θανάτου αἴτιος γεγενημένος. Ἄμεινον οὕτω: σὲ τοιγαροῦν, ὦ Δύσπαρι, οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION