- 텍스트

Lucian, Dialogi mortuorum, Μένιππος καὶ Τάνταλος.? 1:

(루키아노스, Dialogi mortuorum, Μένιππος καὶ Τάνταλος. 1:)

Τί κλάεις, ὦ Τάνταλε· ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς· Ὅτι, ὦ Μένιππε, ἀπόλωλα ὑπὸ τοῦ δίψους Οὕτως ἀργὸς εἶ, ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ νη Δἴ αρυσάμενος κοίλῃ τῇ χειρί· Οὐδὲν ὄφελος, εἰ ἐπικύψαιμι: φεύγει γὰρ τὸ ὕδωρ, ἐπειδὰν προσιόντα αἴσθηταί με: ἢν δέ ποτε καὶ ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι, οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος, καὶ διὰ τῶν δακτύλων διαρρυὲν οὐκ οἶδ᾿ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι. Τεράστιόν τι πάσχεις, ὦ Τάνταλε. ἀτὰρ εἰπέ μοι, τί δαὶ καὶ δέῃ τοῦ πιεῖν· οὐ γὰρ σῶμα ἔχεις, ἀλλ᾿ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται, ὅπερ καὶ πεινῆν καὶ διψῆν ἐδύνατο, σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίνοις·

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION