호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μανθάνω· ἄντανδρον σε τῷ Πλούτωνι παρέδωκεν ἀνθ̓ ἑαυτοῦ, καὶ σὺ τοίνυν ἀντ̓ ἐκείνου νεκρὸσ εἶ. Τοιοῦτό τι. Πῶσ οὖν ἀκριβὴσ ὁ Αἰακὸσ ὢν οὐ διέγνω σε μὴ ὄντα ἐκεῖνον, ἀλλὰ παρεδέξατο ὑποβολιμαῖον Ἡρακλέα παρόντα; Ὅτι ἐῴκειν ἀκριβῶσ. Ἀληθῆ λέγεισ· ἀκριβῶσ γάρ, ὥστε αὐτὸσ εἶναι. ὁρ́α γοῦν μὴ τὸ ἐναντίον ἐστὶ καὶ σὺ μὲν εἶ ὁ Ἡρακλῆσ, τὸ δὲ εἴδωλον γεγάμηκε τὴν Ἥβην παρὰ τοῖσ θεοῖσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기