- 텍스트

Lucian, Dialogi mortuorum, Ἀχιλλεὺς καὶ Ἀντίλοχος.?

(루키아노스, Dialogi mortuorum, Ἀχιλλεὺς καὶ Ἀντίλοχος.)

Οἱᾶ πρῴην, Ἀχιλλεῦ, πρὸς τὸν Ὀδυσσέα σοι εἴρηται περὶ τοῦ θανάτου, ὡς ἀγεννῆ καὶ ἀνάξια τοῖν διδασκάλοιν ἀμφοῖν, Χείρωνός τε καὶ Φοίνικος. μᾶλλον ἢ πάντων ἀνάσσειν τῶν νεκρῶν. μετὰ τῆς ἀγαθῆς δόξης θάνατον.

Ὦ παῖ Νέστορος, ἀλλὰ τότε μὲν ἄπειρος ἔτι τῶν ἐνταῦθα ὢν καὶ τὸ βέλτιον ἐκείνων ὁπότερον ἦν ἀγνοῶν τὸ δύστηνον ἐκεῖνο δοξάριον προετίμων τοῦ βίου, νῦν δὲ συνίημι ἤδη ὡς ἐκείνη μὲν ἀνωφελής, εἰ καὶ ὅτι μάλιστα οἱ ἄνω ῥαψῳδήσουσι:

"ἠμὲν κακὸς ἠδὲ καὶ ἐσθλός. ταῦτά με ἀνιᾷ καὶ ἄχθομαι, ὅτι μὴ θητεύω ζῶν. Ὅμως τί οὖν ἄν τις πάθοι, ὦ Ἀχιλλεῦ·

ταῦτα γὰρ ἔδοξε τῇ φύσει, πάντως ἀποθνήσκειν ἅπαντας, ὥστε χρὴ ἐμμένειν τῷ νόμῳ καὶ μὴ ἀνιᾶσθαι τοῖς διατεταγμένοις. ἄλλως τε ὁρᾷς τῶν ἑταίρων ὅσοι περὶ σέ ἐσμεν ὧδε: μετὰ μικρὸν δὲ καὶ Ὀδυσσεὺς ἀφίξεται πάντως.

φέρει δὲ παραμυθίαν καὶ ἡ κοινωνία τοῦ πράγματος καὶ τὸ μὴ μόνον αὐτὸν πεπονθέναι. ὁρᾷς τὸν Ηρακλέα καὶ τὸν Μελέαγρον καὶ ἄλλους θαυμαστοὺς ἄνδρας, οἳ οὐκ ἂν οἶμαι δέξαιντο ἀνελθεῖν, εἴ τις αὐτοὺς ἀναπέμψειε θητεύσοντας ἀκλήροις καὶ ἀβίοις ἀνδράσιν. Ἑταιρικὴ μὲν ἡ παραίνεσις, ἐμὲ δὲ οὐκ οἶδ᾿ ὅπως ἡ μνήμη τῶν παρὰ τὸν βίον ἀνιᾷ, οἶμαι δὲ καὶ ὑμῶν ἕκαστον:

εἰ δὲ μὴ ὁμολογεῖτε, ταύτῃ χείρους ἐστὲ καθ᾿ ἡσυχίαν αὐτὸ πάσχοντες. Οὔκ, ἀλλ᾿ ἀμείνους, ὦ Ἀχιλλεῦ: τὸ γὰρ ἀνωφελὲς τοῦ λέγειν ὁρῶμεν: σιωπᾶν γὰρ καὶ φέρειν και ἀνέχεσθαι δέδοκται ἡμῖν, μὴ καὶ γέλωτα ὄφλωμεν ὥσπερ καὶ σὺ τοιαῦτα εὐχόμενοι.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION