호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἔμβαινε ἤδη. ἀλλὰ καὶ τοὺσ στεφάνουσ τούτουσ ἀπόρριψον καὶ τὰ κηρύγματα. σὺ δὲ ὁ παχύσ, ὁ πολύσαρκοσ τίσ ὢν τυγχάνεισ; Δαμασίασ ὁ ἀθλητήσ. Ναί, ἐοίκασ· οἶδα γάρ σε πολλάκισ ἐν ταῖσ παλαίστραισ ἰδών. Ναί, ὦ Ἑρμῆ· ἀλλὰ παράδεξαί με γυμνὸν ὄντα. Οὐ γυμνόν, ὦ βέλτιστε, τοσαύτασ σάρκασ περιβεβλημένον· ὥστε ἀπόδυθι αὐτάσ, ἐπεὶ καταδύσεισ τὸ σκάφοσ τὸν ἕτερον πόδα ὑπερθεὶσ μόνον·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기