- 텍스트

Lucian, Dialogi mortuorum, Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων.? 7:

(루키아노스, Dialogi mortuorum, Χάρων καὶ Ἑρμῆς καὶ Μένιππος καὶ Κράτων. 7:)

Λάμπιχος Γελῴων τύραννος. Τί οὖν, ὦ Λάμπιχε, τοσαῦτα ἔχων πάρει· Τί οὖν· ἐχρῆν, ὦ Ἑρμῆ, γυμνὸν ἥκειν τύραννον ἄνδρα· Τύραννον μὲν οὐδαμῶς, νεκρὸν δὲ μάλα: ὥστε ἀπόθου ταῦτα. Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται. Καὶ τὸν τῦφον ἀπόρριψον, ὦ Λάμπιχε, καὶ τὴν ὑπεροψίαν: βαρήσει γὰρ τὸ πορθμεῖον συνεμπεσόντα. Οὐκοῦν ἀλλὰ τὸ διάδημα ἐάσόν με ἔχειν καὶ τὴν ἐφεστρίδα. Οὐδαμῶς, ἀλλὰ καὶ ταῦτα ἄφες. Εἰε῀ν. τί ἔτι· πάντα γὰρ ἀφῆκα, ὡς ὁρᾷς. Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν ὕβριν καὶ τὴν ὀργήν, καὶ ταῦτα ἄφες. Ἰδού σοι ψιλός εἰμι.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION