- 텍스트

Lucian, Dialogi mortuorum, Σιμύλος καὶ Πολύστρατος.?

(루키아노스, Dialogi mortuorum, Σιμύλος καὶ Πολύστρατος.)

Ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παῤ ἡμᾶς ἔτη οἶμαι οὐ πολὺ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς· Ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε. Πῶς δαὶ τὰ μετ᾿ ἐμὲ ταῦτα ἐβίως τριάκοντα· ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον.

Ὑπερήδιστα, εἰ καί σοι παράδοξον τοῦτο δόξει. Παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο. Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην:

ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτταρας ἔχων· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ. Καινὰ ταῦτα: ἐγὼ γάρ σε πάνυ φειδόμενον ἠπιστάμην. Ἀλλ᾿ ἐπέρρει μοι, ὦ γενναῖε, παῤ ἄλλων τἀγαθά: καὶ ἑώθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα. Ἐτυράννησας, ὦ Πολύστρατε, μετ᾿ ἐμέ· Οὔκ, ἀλλ᾿ ἐραστὰς εἶχον μυρίους. Ἐγέλασα: Νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει:

καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ ληαῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες, καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα. Μῶν καὶ σύ τινα ὥσπερ ὁ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας, εἶτά σοι εὐξαμένῳ ἔδωκε νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον· Οὔκ, ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν. Αἰνίγματα λέγεις. Καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας.

Νῦν μανθάνω σου τὸ κάλλος, ὦ θαυμάσιε, ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν. Ἀτάρ, ὦ Σιμύλε, οὐκ ὀλίγα τῶν ἐραστῶν ἀπολέλαυκα μονονουχὶ προσκυνούμενος ὑπ᾿ αὐτῶν: καὶ ἐθρυπτόμην δὲ πολλάκις καὶ ἀπέκλειον αὐτῶν τινας ἐνίοτε, οἱ δὲ ἡμιλλῶντο καὶ ἀλλήλους ὑπερεβάλλοντο ἐν τῇ περὶ ἐμὲ φιλοτιμίᾳ. Τέλος δ᾿ οὖν πῶς ἐβουλεύσω περὶ τῶν κτημάτων· Ἐς τὸ φανερὸν μὲν ἕκαστον αὐτῶν κληρονόμον ἀπολιπεῖν ἔφασκον, ὁ δ᾿ ἐπίστευέ τε ἂν καὶ κολακευτικώτερον παρεσκεύαζεν ἑαυτόν, ἄλλας δὲ τὰς ἀληθεῖς διαθήκας ἔχων, ἐκείνας κατέλιπον οἰμώζειν ἅπασι φράσας.

Τίνα δὲ αἱ τελευταῖαι τὸν κληρονόμον ἔσχον·

ἦ πού τινα τῶν ἀπὸ τοῦ γένους· Οὐ μὰ Δία, ἀλλὰ νεώνητόν τινα τῶν μειρακίων τῶν ὡραίων Φρύγα. Ἀμφὶ πόσα ἔτη, ὦ Πολύστρατε· Σχεδὸν ἀμφὶ τὰ εἴκοσι. Ἤδη μανθάνω ἅτινά σοι ἐκεῖνος ἐχαρίζετο. Πλὴν ἀλλὰ πολὺ ἐκείνων ἀξιώτερος κληρονομεῖν, εἰ καὶ βάρβαρος ἦν καὶ ὄλεθρος, ὃν ἤδη καὶ αυτοὶ οἱ ἄριστοι θεραπεύουσιν. ἐκεῖνος τοίνυν ἐκληρονόμησέ μου καὶ νῦν ἐν τοῖς εὐπατρίδαις ἀριθμεῖται ὑπεξυρημένος μὲν τὸ γένειον καὶ βαρβαρίζων, Κόδρου δὲ εὐγενέστερος καὶ Νιρέως καλλίων καὶ Ὀδυσσέως συνετώτερος λεγόμενος εἶναι. Οὔ μοι μέλει:

καὶ στρατηγησάτω τῆς Ἑλλάδος, εἰ δοκεῖ, ἐκεῖνοι δὲ μὴ κληρονομείτωσαν μόνον.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION