- 텍스트

Lucian, Dialogi mortuorum, Κνήμων καὶ Δάμνιππος.?

(루키아노스, Dialogi mortuorum, Κνήμων καὶ Δάμνιππος.)

Τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας: ὁ νεβρὸς τὸν λέοντα. Τί ἀγανακτεῖς, ὦ Κνήμων· Πυνθάνῃ ὅ τι ἀγανακτῶ· κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος, οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών. Πῶς τοῦτο ἐγένετο· Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας ἐς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειε καὶ τὰ αὐτὰ πράξειε. Τί οὖν δὴ ἐκεῖνος·

Ὅ τι μὲν αὐτὸς ἐνέγραψε ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λαβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας. ΔΑΜ Οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα: ὥστε σόφισμα κατὰ σαυτοῦ συντέθεικας. Εοἴκα: οἰμώζω τοιγαροῦν.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION