호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν. Λογισώμεθα, ὦ Ἑρμῆ: ἄμεινον γὰρ ὡρίσθαι καὶ ἀπραγμονέστερον. Ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν. Πολλοῦ λέγεις. Νὴ τὸν Αἰ¨δωνέα, τῶν πέντε ὠνησάμην, καὶ τροπωτῆρα δύο ὀβολῶν. Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο. Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου: πέντε ὀβολοὺς ἐγὼ κατέβαλον.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기