- 텍스트

Lucian, Dialogi mortuorum, Ἑρμῆς καὶ Χάρων.?

(루키아노스, Dialogi mortuorum, Ἑρμῆς καὶ Χάρων.)

Λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν. Λογισώμεθα, ὦ Ἑρμῆ: ἄμεινον γὰρ ὡρίσθαι καὶ ἀπραγμονέστερον. Ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν. Πολλοῦ λέγεις. Νὴ τὸν Αἰ¨δωνέα, τῶν πέντε ὠνησάμην, καὶ τροπωτῆρα δύο ὀβολῶν. Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο. Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου: πέντε ὀβολοὺς ἐγὼ κατέβαλον. Καὶ τούτους προστίθει.

Καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα καὶ ἥλους δὲ καὶ καλώδιον, ἀφ᾿ οὗ τὴν ὑπέραν ἐποίησας, δύο δραχμῶν ἅπαντα. Καὶ ἄξια ταῦτα ὠνήσω. Ταῦτά ἐστιν, εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν ἐν τῷ λογισμῷ. πότε δ᾿ οὖν ταῦτα ἀποδώσειν φής· Νῦν μέν, ὦ Ἑρμῆ, ἀδύνατον, ἢν δὲ λοιμός τις ἢ πόλεμος καταπέμψῃ ἀθρόους τινάς, ἐνέσται τότε ἀποκερδᾶναι παραλογιζόμενον τὰ πορθμεῖα. Νῦν οὖν ἐγὼ καθεδοῦμαι τὰ κάκιστα εὐχόμενος γενέσθαι, ὡς ἂν ἀπὸ τούτων ἀπολάβοιμι·

Οὐκ ἔστιν ἄλλως, ὦ Ἑρμῆ. νῦν δὲ ὀλίγοι, ὡς ὁρᾷς, ἀφικνοῦνται ἡμῖν: εἰρήνη γάρ. Ἄμεινον οὕτως, εἰ καὶ ἡμῖν παρατείνοιτο ὑπὸ σοῦ τὸ ὄφλημα. πλὴν ἀλλ᾿ οἱ μὲν παλαιοί, ὦ Χάρων, οἶσθα οἱοῖ παρεγίγνοντο, ἀνδρεῖοι ἅπαντες, αἵματος ἀνάπλεῳ καὶ τραυματίαι οἱ πολλοί: νῦν δὲ ἢ φαρμάκῳ τις ὑπὸ τοῦ παιδὸς ἀποθανὼν ἢ ὑπὸ τῆς γυναικὸς ἢ ὑπὸ τρυφῆς ἐξῳδηκὼς τὴν γαστέρα καὶ τὰ σκέλη, ὠχροὶ ἅπαντες καὶ ἀγεννεῖς, οὐδὲν ὅμοιοι ἐκείνοις.

οἱ δὲ πλεῖστοι αὐτῶν διὰ χρήματα ἥκουσιν ἐπιβουλεύοντες ἀλλήλοις, ὡς ἐοίκασι. Πάνυ γὰρ περιπόθητά ἐστι ταῦτα. Οὐκοῦν οὐδ᾿ ἐγὼ δόξαιμι ἂν ἁμαρτάνειν πικρῶς ἀπαιτῶν τὰ ὀφειλόμενα παρὰ σοῦ.

상위

Lucian (루키아노스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION