- 텍스트

Herodotus, The Histories, book 9, chapter 50

(헤로도토스, The Histories, book 9, chapter 50)

τούτου δὲ τοιούτου γινομένου οἱ τῶν Ἑλλήνων στρατηγοί, ἅτε τοῦ τε ὕδατος στερηθείσης τῆς στρατιῆς καὶ ὑπὸ τῆς ἵππου ταρασσομένης, συνελέχθησαν περὶ αὐτῶν τε τούτων καὶ ἄλλων, ἐλθόντες παρὰ Παυσανίην ἐπὶ τὸ δεξιὸν κέρας.? ἄλλα γὰρ τούτων τοιούτων ἐόντων μᾶλλον σφέας ἐλύπεε: οὔτε γὰρ σιτία εἶχον ἔτι, οἵ τε σφέων ὀπέωνες ἀποπεμφθέντες ἐς Πελοπόννησον ὡς ἐπισιτιεύμενοι ἀπεκεκληίατο ὑπὸ τῆς ἵππου, οὐ δυνάμενοι ἀπικέσθαι ἐς τὸ στρατόπεδον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION