호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ μέν σφι ταῦτα συνεβούλευε· οἳ δὲ φρενὶ λαβόντεσ τὸν λόγον αὐτίκα, φράσαντεσ οὐδὲν τοῖσι ἀγγέλοισι τοῖσι ἀπιγμένοισι ἀπὸ τῶν πολίων, νυκτὸσ ἔτι ἐκπέμπουσι πεντακισχιλίουσ Σπαρτιητέων καὶ ἑπτὰ περὶ ἕκαστον τάξαντεσ τῶν εἱλώτων, Παυσανίῃ τῷ Κλεομβρότου ἐπιτάξαντεσ ἐξάγειν. ἐγίνετο μὲν ἡ ἡγεμονίη Πλειστάρχου τοῦ Λεωνίδεω·
ἀλλ’ ὃ μὲν ἦν ἔτι παῖσ, ὁ δὲ τούτου ἐπίτροπόσ τε καὶ ἀνεψιόσ. Κλεόμβροτοσ γὰρ ὁ Παυσανίεω μὲν πατὴρ Ἀναξανδρίδεω δὲ παῖσ οὐκέτι περιῆν, ἀλλ’ ἀπαγαγὼν ἐκ τοῦ Ἰσθμοῦ τὴν στρατιὴν τὴν τὸ τεῖχοσ δείμασαν μετὰ ταῦτα οὐ πολλὸν χρόνον τινὰ βιοὺσ ἀπέθανε. ἀπῆγε δὲ τὴν στρατιὴν ὁ Κλεόμβροτοσ ἐκ τοῦ Ἰσθμοῦ διὰ τόδε·
θυομένῳ οἱ ἐπὶ τῷ Πέρσῃ ὁ ἥλιοσ ἀμαυρώθη ἐν τῷ οὐρανῷ. προσαιρέεται δὲ ἑωυτῷ Παυσανίησ Εὐρυάνακτα τὸν Δωριέοσ, ἄνδρα οἰκίησ ἐόντα τῆσ αὐτῆσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기