호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων ἐλθόντεσ ἐπὶ τὸ δεξιὸν κέρασ ἔλεγον Παυσανίῃ τά περ ἤκουσαν Ἀλεξάνδρου. ὁ δὲ τούτῳ τῷ λόγῳ καταρρωδήσασ τοὺσ Πέρσασ ἔλεγε τάδε. "ἐπεὶ τοίνυν ἐσ ἠῶ ἡ συμβολὴ γίνεται, ὑμέασ μὲν χρεόν ἐστι τοὺσ Ἀθηναίουσ στῆναι κατὰ τοὺσ Πέρσασ, ἡμέασ δὲ κατὰ τοὺσ Βοιωτούσ τε καὶ τοὺσ κατ’ ὑμέασ τεταγμένουσ Ἑλλήνων, τῶνδε εἵνεκα·
ὑμεῖσ ἐπίστασθε τοὺσ Μήδουσ καὶ τὴν μάχην αὐτῶν ἐν Μαραθῶνι μαχεσάμενοι, ἡμεῖσ δὲ ἄπειροί τε εἰμὲν καὶ ἀδαέεσ τούτων τῶν ἀνδρῶν· Σπαρτιητέων γὰρ οὐδεὶσ πεπείρηται Μήδων· ἡμεῖσ δὲ Βοιωτῶν καὶ Θεσσαλῶν ἔμπειροι εἰμέν. ἀλλ’ ἀναλαβόντασ τὰ ὅπλα χρεόν ἐστι ἰέναι ὑμέασ ἐσ τόδε τὸ κέρασ, ἡμέασ δὲ ἐσ τὸ εὐώνυμον.
" πρὸσ δὲ ταῦτα εἶπαν οἱ Ἀθηναῖοι τάδε. "καὶ αὐτοῖσι ἡμῖν πάλαι ἀπ’ ἀρχῆσ, ἐπείτε εἴδομεν κατ’ ὑμέασ τασσομένουσ τοὺσ Πέρσασ, ἐν νόῳ ἐγένετο εἰπεῖν ταῦτα τά περ ὑμεῖσ φθάντεσ προφέρετε· ἀλλὰ ἀρρωδέομεν μὴ ὑμῖν οὐκ ἡδέεσ γένωνται οἱ λόγοι. ἐπεὶ δ’ ὦν αὐτοὶ ἐμνήσθητε, καὶ ἡδομένοισι ἡμῖν οἱ λόγοι γεγόνασι καὶ ἕτοιμοι εἰμὲν ποιέειν ταῦτα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기