- 텍스트

Herodotus, The Histories, book 9, chapter 38

(헤로도토스, The Histories, book 9, chapter 38)

ὁ μέντοι θάνατος ὁ Ἡγησιστράτου ὕστερον ἐγένετο τῶν Πλαταιικῶν, τότε δὲ ἐπὶ τῷ Ἀσωπῷ Μαρδονίῳ μεμισθωμένος οὐκ ὀλίγου ἐθύετό τε καὶ προεθυμέετο κατά τε τὸ ἔχθος τὸ Λακεδαιμονίων καὶ κατὰ τὸ κέρδος.? ὡς δὲ οὐκ ἐκαλλιέρεε ὥστε μάχεσθαι οὔτε αὐτοῖσι Πέρσῃσι οὔτε τοῖσι μετ ἐκείνων ἐοῦσι Ἑλλήνων εἶχον γὰρ καὶ οὗτοι ἐπ ἑωυτῶν μάντιν Ἱππόμαχον Λευκάδιον ἄνδρα, ἐπιρρεόντων δὲ τῶν Ἑλλήνων καὶ γινομένων πλεύνων, Τιμηγενίδης ὁ Ἕρπυος ἀνὴρ Θηβαῖος συνεβούλευσε Μαρδονίῳ τὰς ἐκβολὰς τοῦ Κιθαιρῶνος φυλάξαι, λέγων ὡς ἐπιρρέουσι οἱ Ἕλληνες αἰεὶ ἀνὰ πᾶσαν ἡμέρην καὶ ὡς ἀπολάμψοιτο συχνούς.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION