호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τούτουσ δὲ ἔτι ἐν Φαλήρῳ ἐὼν ἀπὸ τῶν νεῶν ἀπεβιβάσατο ἐόντασ ἐπιβάτασ· οὐ γὰρ ἐτάχθησαν ἐσ τὸν πεζὸν τὸν ἅμα Ξέρξῃ ἀπικόμενον ἐσ Ἀθήνασ Αἰγύπτιοι. τῶν μὲν δὴ βαρβάρων ἦσαν τριήκοντα μυριάδεσ, ὡσ καὶ πρότερον δεδήλωται· τῶν δὲ Ἑλλήνων τῶν Μαρδονίου συμμάχων οἶδε μὲν οὐδεὶσ ἀριθμόν· οὐ γὰρ ὦν ἠριθμήθησαν· ὡσ δὲ ἐπεικάσαι, ἐσ πέντε μυριάδασ συλλεγῆναι εἰκάζω. οὗτοι οἱ παραταχθέντεσ πεζοὶ ἦσαν, ἡ δὲ ἵπποσ χωρὶσ ἐτέτακτο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기