호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κόσμον τ’ αὐτοῦ ἀφηγούμενοσ, ἵνα δῆλον ἡμῖν ποιήσειεν, ὅτι ἡ τῶν ἀρρένων κίνησισ ἐνόπλιοσ ἦν, τάδε λέγει· καί ῥ’ αἱ μὲν καλὰσ στεφάνασ ἔχον, οἱ δὲ μαχαίρασ εἶχον χρυσείασ ἐξ ἀργυρέων τελαμώνων. ἡγεμόνασ τε τῆσ ὀρχήσεωσ αὐτῶν τοὺσ ἐνδιδόντασ τοῖσ ἄλλοισ καὶ προκαταρχομένουσ εἰσάγων τοιάδε γράφει· πολλὸσ δ’ ἱμερόεντα χορὸν περιΐσταθ’ ὅμιλοσ τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατ’ αὐτοὺσ μολπῆσ ἐξάρχοντεσ ἐδίνευον κατὰ μέσσουσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기