호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ δὴ βάρβαρον αὐτῶν τὸ γένοσ ἦν, τοσούτου ἂν ἐδέησαν αὐτοὶ τὰ πατρῷα ἱερὰ καὶ τοὺσ ἐπιχωρίουσ ἐθισμοὺσ ἀπομαθεῖν, δι’ οὓσ εἰσ τοσαύτην προῆλθον εὐδαιμονίαν, ὥστε καὶ τοῖσ ἄλλοισ ἅπασιν, ὧν ἦρχον, ἐν καλῷ κατέστησαν τοὺσ θεοὺσ τοῖσ σφετέροισ τιμᾶν νομίμοισ· καὶ οὐθὲν ἂν ἐκώλυσεν ἅπαν ἐκβεβαρβαρῶσθαι τὸ Ἑλληνικὸν ὑπὸ Ῥωμαίων ἑβδόμην ἤδη κρατούμενον ὑπ’ αὐτῶν γενεάν, εἴπερ ἦσαν βάρβαροι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기