호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὸν δὲ θεὸν οὐ ταύτην αὐτῷ προσθεῖναι τὴν τιμωρίαν, ἀλλ’ εἰσ ἅπαντα τὰ μέλη τοῦ σώματοσ ἀφορήτουσ καὶ δεινὰσ ἐμβαλεῖν ἀλγηδόνασ, ὥστε μηδὲν ἄρθρον ἄνευ κατατάσεωσ τῆσ ἐσχάτησ δύνασθαι κινεῖν. τότε δὴ τοῖσ φίλοισ κοινωσάμενοσ τὰ συμβεβηκότα καὶ κελευσθεὶσ ὑπ’ ἐκείνων ἥκειν ἐπὶ τὴν βουλήν. διεξιὼν δὲ ταῦτα κατὰ μικρὸν ἐδόκει τῶν ἀλγηδόνων ἀπαλλάττεσθαι· καὶ ἐπειδὴ πάντα διεξῆλθεν ἀναστὰσ ἐκ τοῦ κλινιδίου καὶ τὸν θεὸν ἀναβοήσασ ἀπῄει τοῖσ ἑαυτοῦ ποσὶ διὰ τῆσ πόλεωσ οἴκαδε ὑγιήσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기