호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ἐπειδὴ οὐχ ὅπλοισ ἀλλήλουσ βιασάμενοι καὶ προσαναγκάσαντεσ, ἀλλὰ λόγοισ πείσαντεσ μεθήρμοσαν, παντὸσ μάλιστ’ ἀναγκαῖον ἡγησάμην εἶναι τοὺσ λόγουσ αὐτῶν διεξελθεῖν, οἷσ τότ’ οἱ δυναστεύσαντεσ ἐν ἑκατέροισ ἐχρήσαντο. θαυμάσαιμι δ’ ἄν, εἴ τινεσ τὰσ ἐν τοῖσ πολέμοισ πράξεισ ἀκριβῶσ οἰόνται δεῖν ἀναγράφειν, καὶ περὶ μίαν ἔστιν ὅτε μάχην πολλοὺσ ἀναλίσκουσι λόγουσ, τόπων τε φύσεισ καὶ ὁπλισμῶν ἰδιότητασ καὶ τάξεων τρόπουσ καὶ στρατηγῶν παρακλήσεισ καὶ τἆλλα διεξιόντεσ ὅσα τῆσ νίκησ αἴτια τοῖσ ἑτέροισ ἐγένετο·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기