- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 63

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 63)

τοῦτο καταμαθὼν ὁ Δέκιος ἐκεῖνος, ὁ καὶ τοὺς ἐν τῇ βουλῇ ποιησάμενος λόγους καὶ τὸ προβούλευμα περὶ τῆς δίκης γραφῆναι παρασκευάσας, ἀνέστη καὶ σιωπὴν γενέσθαι κελεύσας ἔλεξεν:? ἐπειδή, ὦ δημόται, τῶν ἐν τῇ βουλῇ λεχθέντων ὑπὸ Μαρκίου λόγων, καὶ τῶν διὰ τούτους ἀκολουθησάντων ἔργων βιαίων τε καὶ ὑπερηφάνων ἀπολύουσιν αὐτὸν οἱ πατρίκιοι καὶ οὐδ ἡμῖν ἐπιτρέπουσι κατηγορεῖν, ἀκούσατε, οἱο῀ν ὑμῖν ἔργον ἕτερον ἔξω τῶν λόγων ὁ γενναῖος οὗτος ἀνὴρ τυγχάνει διαπεπραγμένος, ὡς αὔθαδες καὶ τυραννικόν, καὶ οἱο῀ν ὑμῶν κατέλυσε νόμον αὐτὸς ἰδιώτης ὢν μάθετε.

ἴστε δήπου πάντες, ὅτι τὰ ἐκ τῶν πολέμων λάφυρα, ὅσων ἂν ἡμῖν ὑπάρχῃ τυχεῖν δι ἀρετήν, δημόσια εἶναι κελεύει ὁ νόμος, καὶ τούτων οὐχ ὅπως τις ἰδιώτης γίνεται κύριος, ἀλλ οὐδ αὐτὸς ὁ τῆς δυνάμεως ἡγεμών:

ὁ δὲ ταμίας αὐτὰ παραλαβὼν ἀπεμπολᾷ καὶ εἰς τὸ δημόσιον ἀναφέρει τὰ χρήματα: καὶ τοῦτον τὸν νόμον, ἐξ οὗ τήνδε οἰκοῦμεν τὴν πόλιν, οὐχ ὅπως κατέλυσέ τις, ἀλλ οὐδ ᾐτιάσατο μὴ οὐχὶ καλῶς ἔχειν:

ἀλλ οὗτος ὁ Μάρκιος πρῶτος καὶ μόνος ὑπεριδὼν αὐτοῦ κειμένου καὶ κυρίου ὄντος ἠξίωσε σφετερίσασθαι τὰ κοινὰ ἡμῶν, ὦ δημόται, λάφυρα, πέρυσι καὶ οὐ πάλαι. ποιησαμένων γὰρ ὑμῶν καταδρομὴν τῆς Ἀντιατῶν γῆς καὶ πολλὰ μὲν σώματα, πολλὰ δὲ βοσκήματα, πολὺν δὲ σῖτον, πολλὰ δ ἄλλα χρήματα περιβαλομένων οὔτε τῷ ταμίᾳ ταῦτ ἀπέδειξεν οὔτ αὐτὸς ἀποδόμενος εἰς τὸ δημόσιον ἀνήνεγκε τὸ ἀργύριον, ἀλλὰ διένειμε καὶ κατεχαρίσατο τοῖς ἑαυτοῦ φίλοις ἅπασαν τὴν λείαν:

τοῦτο δὴ τυραννίδος τεκμήριον εἶναι φημὶ τὸ ἔργον: πῶς γὰρ οὔ· ὃς τοὺς ἑαυτοῦ κόλακάς τε καὶ σωματοφύλακας καὶ τῆς μελλούσης τυραννίδος συνεργοὺς ἐκ τῶν δημοσίων εὐηργέτει χρημάτων: καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω.

δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους: ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν. αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ τὰ εὐόρκα δοκεῖν ἐγνωκέναι. ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε: παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION