Dionysius of Halicarnassus, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 8:

(디오니시오스, Antiquitates Romanae, Books VII-IX, book 7, chapter 59 8:)

οἱ δὲ μετὰ τούτουσ καλούμενοι τίμημά τ’ οὐσίασ ἔλαττον εἶχον καὶ τάξιν ἐν πολέμῳ τὴν ἀσφαλεστέραν ἐλάμβανον καὶ ὁπλισμὸν εὐσταλέστερον εἶχον· διῄρηντο δ’ εἰσ εἴκοσι καὶ οὗτοι λόχουσ· συνετάττοντο δὲ καὶ τούτοισ δύο λόχοι βυκανιστῶν καὶ σαλπιστῶν. πέμπτη δ’ ἐκαλεῖτο συμμορία τῶν ὀλίγου πάνυ τετιμημένων ἀργυρίου, ὅπλα δ’ ἦν αὐτῶν σαυνία καὶ σφενδόναι·

SEARCH

MENU NAVIGATION